Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.98 Dem. 23.102 (English) >>Dem. 23.105

23.101εἰ γὰρ καὶ κατὰ τἄλλα πάντα συμφέρει τὰ εἰρημένα, γʼ ὀμωμοκότας κατὰ τοὺς νόμους δικάσειν ὑμᾶς ἀξιοῖ κυροῦν μηδʼ αὐτὸς ἔχει δικαίως δεῖξαι γεγραμμένα, ἀσύμφορʼ ἂν εἴη, εἴπερ τὸ εὐορκεῖν περὶ πλείστου πᾶσίν ἐστι ποιητέον· οὐ μὴν ἀλλʼ ἔχει τινʼ ὅμως ἀναίδειʼ αὕτη λόγον. τούτῳ τοίνυν οὐδʼ οὗτος ἐνέσται πρὸς ὑμᾶς λόγος· οὕτω γὰρ σφόδρʼ ἐναντίον ὂν τοῖς νόμοις τὸ ψήφισμα μᾶλλον ἀσύμφορόν ἐστιν παράνομον. 23.102βούλομαι δʼ ἤδη καὶ τοῦθʼ ὑμῖν ἐπιδεικνύναι. ἵνα δʼ ὡς διὰ βραχυτάτου λόγου δῆλον βούλομαι ποιήσω, παράδειγμά τι γνώριμον πᾶσιν ὑμῖν ἐρῶ. ἴσθʼ ὅτι συμφέρει τῇ πόλει μήτε Θηβαίους μήτε Λακεδαιμονίους ἰσχύειν, ἀλλὰ τοῖς μὲν Φωκέας ἀντιπάλους, τοῖς δʼ ἄλλους τινὰς εἶναι· ἐκ γὰρ τοῦ ταῦθʼ οὕτως ἔχειν ἡμῖν ὑπάρχει μεγίστοις οὖσιν ἀσφαλῶς οἰκεῖν. 23.103τοῦτο τοίνυν νομίζετε ταὐτὸ καὶ τοῖς Χερρόνησον οἰκοῦσι τῶν πολιτῶν συμφέρειν, μηδένʼ εἶναι τῶν Θρᾳκῶν ἰσχυρόν· γὰρ ἐκείνων πρὸς ἀλλήλους ταραχὴ καὶ ὑποψία φρουρὰ Χερρονήσου μεγίστη τῶν πασῶν ἐστιν καὶ βεβαιοτάτη. τὸ τοίνυν ψήφισμα τουτὶ τῷ μὲν ἡγουμένῳ τῶν Κερσοβλέπτου πραγμάτων ἀσφάλειαν διδόν, τοῖς δὲ τῶν ἑτέρων βασιλέων στρατηγοῖς φόβον καὶ δέος μή τινʼ αἰτίαν ἔχωσι παριστάν, τοὺς μὲν ἀσθενεῖς, τὸν δʼ ἕνʼ ὄντʼ ἰσχυρὸν καθίστησιν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.98 Dem. 23.102 (English) >>Dem. 23.105

Powered by PhiloLogic